Acts Chapter 24

A Christogenea commentary On the Gospel of John has recently been completed. Many passages simply do not say what the modern churches think they mean! Don't miss this important and ground-breaking work proving that Christian Identity is indeed fully supported by Scripture.

A Commentary on Genesis is now being presented. Here we endeavor to explain the very first book of the Christian Bible from a perspective which reconciles both the Old and New Testaments with archaeology and ancient history, through eyes which have been opened by the Gospel of Christ.

A Commentary on the Epistles of Paul has been completed at Christogenea.org. This lengthy and in-depth series reveals the true Paul as an apostle of God, a prophet in his own right, and the first teacher of what we call Christian Identity.

Don't miss our recently-completed series of commentaries on the Minor Prophets of the Bible, which has also been used as a vehicle to prove the historicity of the Bible as well as the Provenance of God.

Visit Clifton Emahiser's Watchman's Teaching Ministries at Christogenea.org for his many foundational Christian Identity studies.

Christogenea Books: Christian Truths in Black and White!
Visit our store at Christogenea.com.

XXIV 1 μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῶ ἡγεμόνι κατὰ τοῦ παύλου. 2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ τέρτυλλος λέγων, πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῶ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν ναζωραίων αἱρέσεως, 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, 7 8 παρ᾽ οὖ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9 συνεπέθεντο δὲ καὶ οἱ ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.

10 ἀπεκρίθη τε ὁ παῦλος νεύσαντος αὐτῶ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῶ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς ἰερουσαλήμ, 12 καὶ οὔτε ἐν τῶ ἱερῶ εὖρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῶ πατρῴῳ θεῶ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὖτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων. 16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, 18 ἐν αἷς εὖρόν με ἡγνισμένον ἐν τῶ ἱερῶ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου· 19 τινὲς δὲ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ _ 20 ἢ αὐτοὶ οὖτοι εἰπάτωσαν τί εὖρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν.

22 ἀνεβάλετο δὲ αὐτοὺς ὁ φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας, ὅταν λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς, 23 διαταξάμενος τῶ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῶ.

24 μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φῆλιξ σὺν δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ ἰουδαίᾳ μετεπέμψατο τὸν παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν ἰησοῦν πίστεως. 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῶ ὑπὸ τοῦ παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῶ. 27 διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ φῆλιξ πόρκιον φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς ἰουδαίοις ὁ φῆλιξ κατέλιπε τὸν παῦλον δεδεμένον.