Ezekiel Chapter 25

A Christogenea commentary On the Gospel of John has recently been completed. Many passages simply do not say what the modern churches think they mean! Don't miss this important and ground-breaking work proving that Christian Identity is indeed fully supported by Scripture.

A Commentary on Genesis is now being presented. Here we endeavor to explain the very first book of the Christian Bible from a perspective which reconciles both the Old and New Testaments with archaeology and ancient history, through eyes which have been opened by the Gospel of Christ.

A Commentary on the Epistles of Paul has been completed at Christogenea.org. This lengthy and in-depth series reveals the true Paul as an apostle of God, a prophet in his own right, and the first teacher of what we call Christian Identity.

Don't miss our recently-completed series of commentaries on the Minor Prophets of the Bible, which has also been used as a vehicle to prove the historicity of the Bible as well as the Provenance of God.

Visit Clifton Emahiser's Watchman's Teaching Ministries at Christogenea.org for his many foundational Christian Identity studies.

Christogenea Books: Christian Truths in Black and White!
Visit our store at Christogenea.com.

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προφήτευσον ἐπ᾽ αὐτοὺς

3 καὶ ἐρεῖς τοῖς υἱοῖς Αμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἶκον τοῦ Ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ

4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου

5 καὶ δώσω τὴν πόλιν τοῦ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

6 διότι τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ισραηλ

7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος

8 τάδε λέγει κύριος ἀνθ᾽ ὧν εἶπεν Μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ισραηλ καὶ Ιουδα

9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ ἐκλεκτὴν γῆν οἶκον Ασιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας

10 τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων

11 καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος

12 τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἐποίησεν ἡ Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην

13 διὰ τοῦτο τάδε λέγει κύριος καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται

14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου Ισραηλ καὶ ποιήσουσιν ἐν τῇ Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος

15 διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος

16 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν

17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ᾽ αὐτούς